Bible

John 4 - Webster's Bible with Greek

John 4 - Webster's Bible with Greek - Ark.au

Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

1 When therefore the Lord knew that the Pharisees had heard that Jesus made and baptized more disciples than John,

1 ὡς οὗν ἔγνω ὁ ἰησοῦς ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ ἰωάννης

2 (Though Jesus himself baptized not, but his disciples,)

2 _ καίτοιγε ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ _

3 He left Judea, and departed again into Galilee.

3 ἀφῆκεν τὴν ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν γαλιλαίαν.

4 And he must needs go through Samaria.

4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς σαμαρείας.

5 Then he cometh to a city of Samaria, which is called Sychar, near to the parcel of ground, that Jacob gave to his son Joseph.

5 ἔρχεται οὗν εἰς πόλιν τῆς σαμαρείας λεγομένην συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ἰακὼβ [τῶ] ἰωσὴφ τῶ υἱῶ αὐτοῦ·

6 Now Jacob's well was there. Jesus therefore being wearied with his journey, sat thus on the well: and it was about the sixth hour.

6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ἰακώβ. ὁ οὗν ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.

7 There cometh a woman of Samaria to draw water: Jesus saith to her, Give me to drink.

7 ἔρχεται γυνὴ ἐκ τῆς σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ ἰησοῦς, δός μοι πεῖν·

8 (For his disciples had gone to the city to buy provisions.)

8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.

9 Then saith the woman of Samaria to him, How is it that thou, being a Jew, askest drink of me, who am a woman of Samaria? for the Jews have no dealings with the Samaritans.

9 λέγει οὗν αὐτῶ ἡ γυνὴ ἡ σαμαρῖτις, πῶς σὺ ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς σαμαρίτιδος οὔσης; οὐ γὰρ συγχρῶνται ἰουδαῖοι σαμαρίταις.

10 Jesus answered and said to her, If thou knewest the gift of God, and who it is that saith to thee, Give me to drink; thou wouldst have asked him, and he would have given thee living water.

10 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῇ, εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.

11 The woman saith to him, Sir, thou hast nothing to draw with, and the well is deep: from whence then hast thou that living water?

11 λέγει αὐτῶ [ἡ γυνή], κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὗν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;

12 Art thou greater than our father Jacob, who gave us the well, and drank of it himself, and his children, and his cattle?

12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;

13 Jesus answered and said to her, Whoever drinketh of this water, shall thirst again:

13 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῇ, πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·

14 But whoever drinketh of the water that I shall give him, shall never thirst; but the water that I shall give him, shall be in him a well of water springing up into everlasting life.

14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὖ ἐγὼ δώσω αὐτῶ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῶ γενήσεται ἐν αὐτῶ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

15 The woman saith to him, Sir, give me this water, that I may not thirst, neither come hither to draw.

15 λέγει πρὸς αὐτὸν ἡ γυνή, κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν.

16 Jesus saith to her, Go, call thy husband, and come hither.

16 λέγει αὐτῇ, ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.

17 The woman answered and said, I have no husband. Jesus said to her, Thou hast well said, I have no husband:

17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῶ, οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ ἰησοῦς, καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·

18 For thou hast had five husbands, and he whom thou now hast, is not thy husband: in that thou hast spoken truth.

18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.

19 The woman saith to him, Sir, I perceive that thou art a prophet.

19 λέγει αὐτῶ ἡ γυνή, κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.

20 Our fathers worshiped in this mountain; and ye say, that in Jerusalem is the place where men ought to worship.

20 οἱ πατέρες ἡμῶν ἐν τῶ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.

21 Jesus saith to her, Woman, believe me, the hour cometh, when ye shall neither in this mountain, nor yet at Jerusalem, worship the Father.

21 λέγει αὐτῇ ὁ ἰησοῦς, πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῶ ὄρει τούτῳ οὔτε ἐν ἱεροσολύμοις προσκυνήσετε τῶ πατρί.

22 Ye worship ye know not what: we know what we worship, for salvation is from the Jews.

22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν ἰουδαίων ἐστίν.

23 But the hour cometh, and now is, when the true worshipers shall worship the Father in spirit and in truth: for the Father seeketh such to worship him.

23 ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῶ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.

24 God is a Spirit: and they that worship him, must worship him in spirit and in truth.

24 πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.

25 The woman saith to him, I know that Messiah cometh, who is called Christ; when he is come, he will tell us all things.

25 λέγει αὐτῶ ἡ γυνή, οἶδα ὅτι μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.

26 Jesus saith to her, I that speak to thee am he.

26 λέγει αὐτῇ ὁ ἰησοῦς, ἐγώ εἰμι, ὁ λαλῶν σοι.

27 And upon this came his disciples, and marveled that he talked with the woman: yet no man said, What seekest thou? or, Why talkest thou with her?

27 καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, τί ζητεῖς; ἤ, τί λαλεῖς μετ᾽ αὐτῆς;

28 The woman then left her waterpot, and went into the city, and saith to the men,

28 ἀφῆκεν οὗν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις,

29 Come, see a man who hath told me all things that ever I did: is not this the Christ?

29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὖτός ἐστιν ὁ χριστός;

30 Then they went out of the city, and came to him.

30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.

31 In the mean while his disciples prayed him, saying, Master, eat.

31 ἐν τῶ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, ῥαββί, φάγε.

32 But he said to them, I have food to eat that ye know not of.

32 ὁ δὲ εἶπεν αὐτοῖς, ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.

33 Therefore said the disciples one to another, Hath any man brought him aught to eat?

33 ἔλεγον οὗν οἱ μαθηταὶ πρὸς ἀλλήλους, μή τις ἤνεγκεν αὐτῶ φαγεῖν;

34 Jesus saith to them, My food is to do the will of him that sent me, and to finish his work.

34 λέγει αὐτοῖς ὁ ἰησοῦς, ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.

35 Say not ye, There are yet four months, and then cometh harvest? behold, I say to you, Lift up your eyes, and look on the fields; for they are white already to harvest.

35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη

36 And he that reapeth receiveth wages, and gathereth fruit to life eternal: that both he that soweth, and he that reapeth, may rejoice together.

36 ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.

37 And herein is that saying true, One soweth, and another reapeth.

37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.

38 I sent you to reap that on which ye bestowed no labor: other men labored, and ye have entered into their labors.

38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.

39 And many of the Samaritans of that city believed on him for the saying of the woman, who testified, He told me all that ever I did.

39 ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἃ ἐποίησα.

40 So when the Samaritans had come to him, they besought him that he would tarry with them: and he abode there two days.

40 ὡς οὗν ἦλθον πρὸς αὐτὸν οἱ σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.

41 And many more believed, because of his own word;

41 καὶ πολλῶ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,

42 And said to the woman, Now we believe, not because of thy saying: for we have heard him ourselves, and know that this is indeed the Christ, the Savior of the world.

42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὖτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.

43 Now after two days he departed thence, and went into Galilee.

43 μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν γαλιλαίαν·

44 For Jesus himself testified that a prophet hath no honor in his own country.

44 αὐτὸς γὰρ ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.

45 Then when he had come into Galilee, the Galileans received him, having seen all the things that he did at Jerusalem at the feast: for they also went to the feast.

45 ὅτε οὗν ἦλθεν εἰς τὴν γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.

46 So Jesus came again into Cana of Galilee, where he made the water wine. And there was a certain nobleman, whose son was sick at Capernaum.

46 ἦλθεν οὗν πάλιν εἰς τὴν κανὰ τῆς γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὖ ὁ υἱὸς ἠσθένει ἐν καφαρναούμ·

47 When he heard that Jesus had come from Judea into Galilee, he went to him, and besought him that he would come down, and heal his son: for he was at the point of death.

47 οὖτος ἀκούσας ὅτι ἰησοῦς ἥκει ἐκ τῆς ἰουδαίας εἰς τὴν γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.

48 Then said Jesus to him, Except ye see signs and wonders, ye will not believe.

48 εἶπεν οὗν ὁ ἰησοῦς πρὸς αὐτόν, ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.

49 The nobleman saith to him, Sir, come down ere my child dieth.

49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός, κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.

50 Jesus saith to him, Go; thy son liveth. And the man believed the word that Jesus had spoken to him, and he departed.

50 λέγει αὐτῶ ὁ ἰησοῦς, πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῶ λόγῳ ὃν εἶπεν αὐτῶ ὁ ἰησοῦς καὶ ἐπορεύετο.

51 And as he was now going down, his servants met him, and told him, saying, Thy son liveth.

51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῶ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.

52 Then he inquired of them the hour when he began to amend: and they said to him, Yesterday at the seventh hour the fever left him.

52 ἐπύθετο οὗν τὴν ὥραν παρ᾽ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπαν οὗν αὐτῶ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.

53 So the father knew that it was at the same hour in which Jesus said to him, Thy son liveth: and he himself believed, and his whole house.

53 ἔγνω οὗν ὁ πατὴρ ὅτι [ἐν] ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῶ ὁ ἰησοῦς, ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.

54 This is again the second miracle that Jesus performed, when he had come from Judea into Galilee.

54 τοῦτο [δὲ] πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ ἰησοῦς ἐλθὼν ἐκ τῆς ἰουδαίας εἰς τὴν γαλιλαίαν.

  Chapter  3 Bible Contents Chapter  5  

Other chapters in John1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21

Genres:  Law    History    Wisdom    Prophets    Gospels    Acts    Epistles    Apocalyptic   

Or select another Bible translation:

Turn Parallel Languages Off
American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
World English Bible
Young's Literal Translation
Greek New Testament

Cover image by Freedom Studio / Shutterstock. Koine Greek audio (in modern Greek pronunciation) narrated by Theo Karvounakis.

See Also: